Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.66.2 | Hdt. 5.67.4 (English) | >>Hdt. 5.68.1 |
5.67.2 ἐλθὼν δὲ ἐς Δελφοὺς ἐχρηστηριάζετο εἰ ἐκβάλοι τὸν Ἄδρηστον · ἡ δὲ Πυθίη οἱ χρᾷ φᾶσα Ἄδρηστον μὲν εἶναι Σικυωνίων βασιλέα , κεῖνον δὲ λευστῆρα . ἐπεὶ δὲ ὁ θεὸς τοῦτό γε οὐ παρεδίδου , ἀπελθὼν ὀπίσω ἐφρόντιζε μηχανὴν τῇ αὐτὸς ὁ Ἄδρηστος ἀπαλλάξεται . ὡς δέ οἱ ἐξευρῆσθαι ἐδόκεε , πέμψας ἐς Θήβας τὰς Βοιωτίας ἔφη θέλειν ἐπαγαγέσθαι Μελάνιππον τὸν Ἀστακοῦ · οἱ δὲ Θηβαῖοι ἔδοσαν .
5.67.3 ἐπαγαγόμενος δὲ ὁ Κλεισθένης τὸν Μελάνιππον τέμενός οἱ ἀπέδεξε ἐν αὐτῷ τῷ πρυτανηίῳ καί μιν ἵδρυσε ἐνθαῦτα ἐν τῷ ἰσχυροτάτῳ . ἐπηγάγετο δὲ τὸν Μελάνιππον ὁ Κλεισθένης ( καὶ γὰρ τοῦτο δεῖ ἀπηγήσασθαι ) ὡς ἔχθιστον ἐόντα Ἀδρήστῳ , ὃς τόν τε ἀδελφεόν οἱ Μηκιστέα ἀπεκτόνεε καὶ τὸν γαμβρὸν Τυδέα .
5.67.4 ἐπείτε δέ οἱ τὸ τέμενος ἀπέδεξε , θυσίας τε καὶ ὁρτὰς Ἀδρήστου ἀπελόμενος ἔδωκε τῷ Μελανίππῳ . οἱ δὲ Σικυώνιοι ἐώθεσαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον · ἡ γὰρ χώρη ἦν αὕτη Πολύβου , ὁ δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος , ἄπαις δὲ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν ἀρχήν .
5.67.5 τά τε δὴ ἄλλα οἱ Σικυώνιοι ἐτίμων τὸν Ἄδρηστον καὶ δὴ πρὸς τὰ πάθεα αὐτοῦ τραγικοῖσι χοροῖσι ἐγέραιρον , τὸν μὲν Διόνυσον οὐ τιμῶντες , τὸν δὲ Ἄδρηστον . Κλεισθένης δὲ χοροὺς μὲν τῷ Διονύσῳ ἀπέδωκε , τὴν δὲ ἄλλην θυσίην Μελανίππῳ .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.66.2 | Hdt. 5.67.4 (English) | >>Hdt. 5.68.1 |